Ancient Greek
Book 8, lines 8.10.1-8.10.53
Galen, De compositione medicamentorum secundum locos 8.10.1-53
Not analysed yet
Ὑποχονδρίοις δὲ τοῖς πεπονθόσιν θέλων,
Διὰ στομάχου κάκωσιν ἢ τῆς κοιλίας,
Τῶν ἐντέρων τε καὶ κώλου τοῦ θ’ ἥπατος,
Ἄλλου θ’ ὁμοίως κυρίου σπλάγχνου τινὸς,
Μάλαγμ’ ἐπιρίπτειν τοῦτο πρῶτον σκευάσας
Ἔμπροσθεν αὐτό. προσφάτως γὰρ γενόμενον
Ἔλαττον ἔσται τοῖς νοσοῦσι χρήσιμον.
Ἔστι δὲ κηροῦ Ποντικοῦ λίτραι δύο,
Ἀμμωνιακοῦ θυμιάματος λίτρα μία,
Τερμινθίνης τε τῆς πεφρυγμένης λίτρα,
Καὶ τῆς πιτυΐνης τῆς κεκαυμένης λίτρα.
Λίτρας δὲ τὸ τρίτον καρδαμώμου σπέρματος,
Ξηρᾶς κυπέρου ταὐτὸν, σμύρνης τὸ ἴσον,
Ἴσον τε ἑνὶ τούτων ἴρεως λευκῆς σταθμῷ,
Κεκαθαρμένης Κελτικῆς οὐγγίαι δύο.
Κρόκου δὲ γο α΄ S".
Ἓξ δὲ μελιλώτου πρὸς αὖ γε ταῖς δύο.
Τὸ δ’ Ἀττικὸν μελίλωτον αἱρετώτερον,
Κυπρίνου δ’ ἐλαίου προσφάτου λίτραι δύο.
Κυπρίνου μὲν οὖν καὶ τἄλλα τηκτὰ μίγματα,
Ἕψον φλογὶ τῇ κούφῃ, εἶθ’ οὕτω ξύσον.
Τὰ δ’ λοιπὰ κόψας σῆσον, εἶτ’ οἴνῳ καλῷ
Φύρασον, εἶτα νύκτα καὶ ἡμέραν μίαν
Ἄφες τὸν οἶνον ἀναπιεῖν τὰ μίγματα.
Χεῖρας δ’ ἀλείψας τῷ κυπρίνῳ. τὰ φάρμακα
Ἅπαντα μίξας ἐν θυείᾳ πλατυτέρᾳ,
Οὕτως ἀποτίθου, δέρμασι μαλακοῖς σκέπε.
Πρὸς ταῦτα ποιοῦν ἕτερον. ἂν χρόνον λάβῃ
Τὰ πάθη φόβους ἔχοντα τοὺς καχεξίας.
Τοῦτ’ ὠφελεῖται μᾶλλον, ὅσα μὴ πνεύμασιν
Τὰ σπλάγχνα βλάπτει φλεγμοναῖς μακροτέραις.
Πυκνῶς γὰρ ὀξύνοντα μετὰ πόνων σφοδρῶν,
Σκληρῶν τε καὶ σκίῤῥων γε δυσλύτους φόβους.
Λύει δὲ αὐτῶν τὰς κατασκευὰς ταχὺ,
Σκεύαζε δ’ οὕτω. τῆς καλῆς τερμινθίνης
Λίτρας ἥμισυ, Ποντικοῦ κηροῦ τὸ ἴσον,
Κεκαθαρμένης δὲ τήλεως λίτραν μίαν.
Νίτρου τε αὐτὸ καὶ πάνακος λίτραν μίαν,
Πάλιν ἀνίσου σπέρματος λίτραν μίαν,
Μόσχου τε λίπους κεκαθαρμένου λίτραν,
Καὶ ταὐτὸ λευκῆς ἴρεως κεκομμένης.
Ὄξους δὲ κυάθους δύο ἥμισυ βραχύ.
Μέλιτος δὲ λίτρας δύο Ἀττικοῦ τοῦ προσφάτου,
Ἀμμωνιακοῦ θυμιάματος λίτραν μίαν
Τινὲς κατέμιξαν, ἄλλοι δὲ λίτρας δύο.
Τὰ ξηρὰ σήσας πάντα λεπτῷ κοσκίνῳ,
Ἕψησον ὡς κατάπλασμα προσβαλὼν μέλι,
Ὄξος τε μὴ πᾶν καὶ ποιήσας εὐαφὲς
Πρόσβαλε τῷ θερμῷ, παραχέων ὄξος βραχὺ,
Τετηγμένῳ κηρῷ τε καὶ λιπάσματι,
Τερμινθίνῃ τε καὶ καλῶς ἑψημένα,
Ταῖς χερσί τε ἅμα πάνθ’ ἑνώσας ἐπιμελῶς,
Ἐν μείζονι ἀγγείῳ χρήσαι μὴ παραυτίκα.