Ancient Greek
Book 8, lines 8.10.54-8.10.99
Galen, De compositione medicamentorum secundum locos 8.10.54-99
Not analysed yet
Ἀδρανέστερον γάρ ἐστιν, ἄρτι γενόμενον.
Καὶ τοῦτο εὐῶδές τε καὶ τὰς ἥπατος
Αἶρον διαθέσεις τὰς νεφρῶν τε καὶ κώλου,
Τὰς τοῦ στομάχου τε χρονίας τῆς θ’ ὑστέρας.
Ἐπίβαλλε δ’ αὐτὸ καὶ καχέκταις διὰ νόσους
Μακρᾶς γεγονόσιν ὠχροτέροις, ὑδερώδεσιν,
Καὶ τὸ βραχὺ μὴ πέττουσιν, ἀνορεκτοῦσί τε.
Ἔστιν δ’ ἀμώμου Σκυθικοῦ, ξυλοβαλσάμου,
Βδέλλης διαυγοῦς, καρδαμώμου σπέρματος,
Ξηρᾶς κυπέρου καὶ λιβάνου, πάντων ἴσα.
Τούτων ἀνὰ λίτραν καὶ κασσίας δαφνίτιδος,
Σμύρνης τε χρηστῆς καὶ κρόκου. τούτων πάλιν
Λίτρας ἑκάστου τὸ τρίτον ἢ μικρῷ πλέον.
Στάχυος δὲ νάρδου Συριακῆς δυ’ οὐγγίας,
Τερμινθίνης τε τῆς καθαρᾶς λίτρας δύο,
Κηροῦ τε λευκοῦ τοῦ καθαροῦ λίτραν μίαν,
Κυπρίνου τε μύρου προσφάτου λίτραν μίαν,
Οἴνου Φαλερίνου τοῦ καλοῦ ξέστην ἕνα.
Τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ,
Λίβανον δὲ καὶ βδέλλιον εἰς ὅλμον βαλὼν,
Σμύρναν τε χρηστὴν καὶ κρόκον λελεασμένον
Θραύων παράχεε κύπρινον δι’ οἴνου βραχὺ,
Εἶτα ὁλμοκόπει, ὡς μέλιτος ἔχειν πάχος,
Προσεμβαλών τε τἄλλα λεῖ’ ἀρώματα,
Οἴνου τε τὸ λοιπὸν παραχέας, ἕνου καλῶς,
Ἄφες τε συμπιεῖν ἡμέραν καὶ νύχθ’ ὅλην,
Τερμινθίνην τε καὶ κύπρινον κηρόν θ’ ἅμα
Τήξας ἐπὶ πυρὸς κουφοτάτου, ἔασον.
Καὶ πάντα μίξας χερσὶ τῶν μύρων τινὶ
Λελιπασμέναις, ἔασον οὕτως, ἀποτίθου.
Μετὰ χρόνον αὐτῷ μὴ παραχρῆμα χρώμενος.
Τὰ πολλὰ μιγνὺς ξυσθὲν ἐκ μέρους τινὸς,
Κηρωτάριον γιγνόμενον εὐαφέστερον.
Σπανίως δὲ χρήσαι καὶ μόνῳ τῷ φαρμάκῳ.
Πρὸς τὰς διαθέσεις τὰς ἄγαν κεχρονισμένας.
Ἕτερον μάλαγμα πρὸς ἃ προεῖπον, εὔτονον,
Τοῖς σπληνικοῖς, πάντων δὲ μᾶλλον ἁρμόσει,
Κᾂν ὦσιν ὠχροὶ καὶ πυρέσσωσιν σφοδρῶς,
Ὕδωρ τ’ ἔχωσιν ἐν ὑποχονδρίῳ βραχύ.
Πολὺ γὰρ θεραπεύειν ἀδύνατον μαλάγμασι.
Σύκων λιπαρῶν, ξηρῶν μὲν, ἔτι δὲ προσφάτων,
Τὸ σπέρμ’ ἀπάρας τὸ πολὺ καὶ τὸν ὀμφαλὸν,
Στῆσον δραχμὰς γ΄. πέντε καὶ ἑτέρας δέκα,
Κηροῦ τε λευκοῦ Ποντικοῦ. ταύταις ἴσως
Μυροβαλάνου τε τῆς λιπαρᾶς λίτραν,
Νίτρου θαλασσίου δὲ λίτρας S".