Ancient Greek
Chapter 4
Galen, De hirudinibus, revulsione, cucurbitula, incisione et scarificatione 4
Not analysed yet
Περὶ ἐγχαράξεως καὶ κατασχασμοῦ. Ἐγχαράξομεν μέρη τοῦ σώματος, ἤτοι φλεγμαίνοντα, ἢ σκιῤῥούμενα, ἢ τεταμένα, ἢ ἐπωδύνως ἔχοντα, ἢ ῥευματισθέντα, ἤδη στάσιν εἰληφότος τοῦ ῥευματισμοῦ, ἢ δριμείας ὕλης παρακειμένης, ἢ ἰώδους δυνάμεως ἔξωθεν ἐμπεσούσης, ἢ βουλόμενοι μεταγαγεῖν ἐξ ἑτέρων μερῶν εἰς ἄλλο τὴν ὕλην. οἷον σκέλη κατασχάζομεν κεφαλῆς πεπονθυίας ἢ πλεοναζούσης ὕλης ἐν τῷ σώματι μειῶσαι θέλοντες. καὶ μάλισθ’ ὅταν ὁ πλεονασμὸς γένηται δι’ ἐποχὴν ὕλης εἰωθυίας ἀποκρίνεσθαι συνήθως. οἷον αἱμοῤῥοΐδων ἐπισχεθεισῶν ἐγχαράσσομεν σκέλη προλουσάμενοι ἢ ἐν θερμῷ πυριᾷν ἢ σπόγγῳ. τὸ μὲν γὰρ φλέβα διελεῖν πολλάκις τοῦ ἔτους οὐκ ἐπιτήδειον ἐνόμισα. ἅμα γὰρ αἵματι πολλῷ συνεκκρίνεται τὸ ζωτικὸν πνεῦμα. τούτου δὲ ἀναλισκομένου πυκνότερον ὅ τε ὅλος ὄγκος καταψύχεται καὶ πάντα τὰ ψυχικὰ ἔργα χεῖρον γίνεται. διὰ τοῦτο ἀπὸ τῶν ἀκυρωτέρων, οἷον σκελῶν, τὴν ἀφαίρεσιν δεῖ ποιεῖσθαι. ὠφελεῖ δὲ ἡ ἐγχάραξις καὶ ὀφθαλμοὺς χρονίως ῥευματιζομένους καὶ κεφαλῆς διαθέσεις καὶ τὰ περὶ θώρακα καὶ μετάφρενα καὶ συνάγχας καὶ σφηνώσεις.