Ancient Greek
Chapter 31
Galen, De Humero iis Modis Prolapso quos Hippocrates non Vidit 31
Not analysed yet
Τὸ δὲ ἄρθρον διακινέειν μὴ βίῃ, ἀλλὰ τοσοῦτον, ὅσον ἀνωδύνως κινήσεται. καθίσταται δὲ πάντα τὰ μὲν ἐν πλείονι χρόνῳ, τὰ δ’ ἐν ἐλάσσονι. Οὐδέν ἐστι χρησιμώτερον τῆς τοιαύτης κινήσεως ἐν παρακμαζούσαις φλεγμοναῖς. λύει γὰρ αὐτῶν τὸ λείψανον ἅπαν, ἐξ οὗ πέφυκεν ἀμεληθέντος ἀγκυλοῦσθαί τε καὶ δεσμεῖσθαι τὰ ἄρθρα, καλοῦσι γὰρ ἑκατέρως τὸ πάθημα.