Ancient Greek
Chapter 33
Galen, De Humero iis Modis Prolapso quos Hippocrates non Vidit 33
Not analysed yet
Τοῦτο μὲν ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι καὶ τὰς χεῖρας καὶ τὰ σκέλεα παραδείγματι χρέεσθαι δεῖ τῷ ὑγιεῖ πρὸς τὸ μὴ ὑγιὲς καὶ τῷ μὴ ὑγιεῖ πρὸς τὸ ὑγιὲς μήτ’ ἀλλότρια ἄρθρα καθορῶντα. Τὸ ἀκριβῶς ἴσον ἑκατέρωθεν ἐκ δεξιῶν γε καὶ ἀριστερῶν δίκαιον ὠνόμασεν, ἐπεὶ δὲ τῶν κώλων ἰδέαι διαφέρουσαι τοῖς ἀνθρώποις εἰσὶν, ἀξιοῖ παραβάλλεσθαι τὸ τοῦ πεπονθότος αὐτοῦ κῶλον ὁμόζυγον ἐξ ἐκείνου τε τεκμαίρεσθαι πόσον ἐξήλλακται τοῦ κατὰ φύσιν.