Ancient Greek
Chapter 43
Galen, De Humero iis Modis Prolapso quos Hippocrates non Vidit 43
Not analysed yet
Χρὴ δὲ διαφανέσι καίειν ὡς ὅτι τάχιστα περαιωθῇ κατὰ δύναμιν, τὰ γὰρ παχέα βραδέως περαιούμενα πλατυτέρας τὰς ἐκπτώσιας τῶν ἐσχαρῶν ποιέεται καὶ κίνδυνος ἂν· εἴη ξυῤῥαγῆναι τὰς ὠτειλὰς, καὶ κάκιον μὲν οὐδὲν ἂν εἴη, αἴσχιον δὲ καὶ ἀντεχνότερον. ὅταν δὲ διακαύσῃς ἐς τὸ πέρην τῶν μὲν πλείστων, ἱκανῶς ἂν ἔχοι ἐν τῷ κάτω μέρει τὰς ἐσχάρας ταύτας μόνας θεῖναι. Ἐκπεπυρῶσθαι βούλεται τὰ κατὰ τὴν μασχάλην σιδήρια, τὰ γὰρ ἱκανῶς διάπυρα διαφανῆ κέκληκεν.