Ancient Greek
Chapter 56
Galen, De Humero iis Modis Prolapso quos Hippocrates non Vidit 56
Not analysed yet
Ἀτὰρ καὶ ὅταν ὑγιέα γένηται τὰ ἕλκεα, ὁμοίως ἐπὶ πολὺν χρόνον χρὴ προσδεῖν τὸν βραχίονα πρὸς τὰς πλευράς· οὕτω γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη ἡ εὐρυχωρίη, καθ’ ἣν μάλιστα ὀλισθαίνει ὁ βραχίων. Κἀνταῦθα τὸν σκοπὸν ὃν συνεβούλευσεν αὐτὸς ἐδήλωσεν εἰπὼν· οὕτως γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη εὐρυχωρίη, καθ’ ἣν ὀλισθαίνει ὁ βραχίων, δυνάμει τοῦτο λέγων. ὅσῳπερ γὰρ ἡ οὐλὴ βραχυτέρα γένηται, τοσούτῳ μᾶλλον εἰς ὀλίγον συναχθήσεται τὸ περὶ τὴν μασχάλην δέρμα. μέγιστον δέ ἐστι τοῦτο πρὸς τὸ μὴ. ῥᾳδίως ὀλισθαίνειν ἐνταῦθα τὸν βραχίονα.