Ancient Greek
Chapter 67
Galen, De Humero iis Modis Prolapso quos Hippocrates non Vidit 67
Not analysed yet
Αὐτὸ γὰρ ἑωυτῷ συνεχές ἐστι τὸ στῆθος καὶ τῇ ῥάχει. Τὸ μὲν οὖν ἑαυτῷ συνεχὲς εἶναι τὸ στέρνον ἐναργῶς φαίνεται· τὸ δὲ τῇ ῥάχει νοηθήσεται σαφῶς, ἐὰν σκελετῷ ζώῳ τὰς πλευράς ποτε ἴδῃς ἐναργῶς ἐρηρεισμένας ὀπίσω μὲν ἐπὶ τῆς ῥάχεως, ἔμπροσθεν δὲ πρὸς τὸ στέρνον.