Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.10
Not analysed yet
ἐμοῦ γεγραμμένων ἥτις γε καθ' ἕκαστον αὐτῶν ἐστιν <ἡ> ἐπαγγελία. τοῦ μὲν δὴ πολλοὺς ἀναγιγνώσκειν ὡς ἴδια τὰ ἐμὰ τὴν αἰτίαν αὐτὸς οἶσθα, κράτιστε Βάσσε· φίλοις γὰρ ἢ μαθηταῖς ἐδίδοτο χωρὶς ἐπιγραφῆς ὡς ἂν οὐδὲν πρὸς ἔκδοσιν ἀλλ' αὐτοῖς ἐκείνοις γεγονότα δεηθεῖσιν ὧν ἤκουσαν ἔχειν ὑπομνήματα. τινῶν μὲν οὖν ἀποθανόντων οἱ μετ' ἐκείνους ἔχοντες ἀρεσθέντες αὐτοῖς ἀνεγίγνωσκον ὡς ἴδια ***παρὰ τῶν ἐχόντων κοινωνησάντων αὐτοῖς εἰς τὴν ἑαυτῶν πατρίδα πορευθέντες ὑποδιατρίψαντες ἄλλος ἄλλως <κατ'> αὐτὰ τὰς ἐπιδείξεις ἐποιοῦντο. φωραθέντων δ' ἁπάντων τῷ χρόνῳ πολλοὶ τῶν αὖθις κτησαμένων ἐπεγράψαντ' ἐμοῦ τοὔνομα καὶ διαφωνοῦντα τοῖς παρ' ἄλλοις οὖσιν εὑρόντες ἐκόμισαν πρός με παρακαλέσαντες ἐπανορθώσασθαι. γεγραμμένων οὖν, ὡς ἔφην, οὐ πρὸς ἔκδοσιν αὐτῶν ἀλλὰ κατὰ τὴν τῶν δεηθέντων ἕξιν τε καὶ χρείαν εἰκὸς δήπου τὰ μὲν ἐκτετάσθαι, τὰ δὲ συνεστάλθαι καὶ τὴν ἑρμηνείαν αὐτήν τε τῶν θεωρημάτων τὴν διδασκαλίαν ἢ τελείαν ὑπάρχειν ἢ ἐλλιπῆ. τὰ γοῦν τοῖς εἰρημένοις γεγραμ‖