Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.9
Not analysed yet
τὴν ἐπαγγελίαν αὐτοῦ· καὶ δύο τοὺς πρώτους στίχους ἀναγνοὺς εὐθέως ἀπέρριψε τὸ γράμμα, τοῦτο μόνον ἐπιφθεγξάμενος, ὡς οὐκ ἔστιν ἡ λέξις αὕτη Γαληνοῦ καὶ ψευδῶς ἐπιγέγραπται τουτὶ τὸ βιβλίον. ὁ μὲν οὖν τοῦτ' εἰπὼν ἐπεπαίδευτο τὴν πρώτην παιδείαν, ἣν οἱ παρ' Ἕλλησι παῖδες ἐξ ἀρχῆς ἐπαιδεύοντο παρά τε γραμματικοῖς καὶ ῥήτορσιν· οἱ πολλοὶ δὲ τῶν νῦν ἰατρικὴν ἢ φιλοσοφίαν μετιόντων οὐδ' ἀναγνῶναι καλῶς δυνάμενοι φοιτῶσι παρὰ τοὺς διδάξοντας τά τε μέγιστα καὶ κάλλιστα τῶν ἐν ἀνθρώποις, τὰ θεωρήματα, ἃ φιλοσοφία τε καὶ ἰατρικὴ διδάσκουσιν. ἦρκτο μὲν οὖν ἡ τοιαύτη ῥᾳδιουργία πρὸ πολλῶν ἐτῶν, ἡνίκ' ἔτι μειράκιον ἦν ἐγώ, οὐ μὴν εἰς τοσοῦτόν γ', εἰς ὅσον νῦν ηὔξηται, προεληλύθει τὸ κατ' ἐκεῖνον τὸν χρόνον. διά τ' οὖν αὐτὸ τοῦτο καὶ διότι πολυειδῶς ἐλωβήσαντο πολλοὶ τοῖς ἐμοῖς βιβλίοις, ἄλλοι κατ' ἄλλα τῶν ἐθνῶν ἀναγιγνώσκοντες ὡς ἴδια μετὰ τοῦ τὰ μὲν ἀφαιρεῖν, τὰ δὲ προστιθέναι, τὰ δ' ὑπαλλάττειν, ἄμεινον ἡγοῦμαι δηλῶσαι πρῶτον αὐτοῦ τοῦ λελωβῆσθαι τὴν αἰτίαν, εἶτα περὶ τῶν ὄντως ὑπ' ‖