Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.12
Not analysed yet
πρός με διορθώσεως ἕνεκεν, ἐκτησάμην τε καὶ τὴν ἐπιγραφὴν ***<‘περὶ αἱρέσεων> τοῖς εἰσαγομένοις’, ὃ πρῶτον ἂν εἴη πάντων ἀναγνωστέον τοῖς μαθησομένοις τὴν ἰατρικὴν τέχνην· ἐν αὐτῷ γὰρ αἱ κατὰ γένος ἀλλήλων αἱρέσεις διαφέρουσαι διδάσκονται· κατὰ γένος δ' εἶπον, ἐπειδὴ καὶ διαφοραί τινες ἐν αὐταῖς εἰσι, καθ' ἃς ὕστερον οἱ εἰσαχθέντες ἐπεκδιδάσκονται. τὰ δὲ τῶν τριῶν αἱρέσεων ὀνόματα σχεδὸν ἅπαντες ἤδη γιγνώσκουσιν [τὴν μέν τινα δογματικήν τε καὶ λογικὴν ὀνομάζεσθαι, τὴν δὲ δευτέραν ἐμπειρικήν, τὴν τρίτην δὲ μεθοδικήν]· ὅσα τοίνυν ἐστὶν ἑκάστης ἴδια ἢ καθ' ἃ διαφέρουσιν ἀλλήλων, ἐν ἐκείνῳ τῷ βιβλίῳ γέγραπται. τοῖς δ' εἰσαγομένοις ὑπηγορεύθη τὸ περὶ τῶν ὀστῶν καὶ τὸ περὶ τῶν σφυγμῶν, ἐδόθη δὲ καὶ φίλῳ Πλατωνικῷ κατὰ τὴν ἐπιδημίαν ταύτην εἰσαγωγικὰ δύο βιβλία, τὸ μὲν φλεβῶν καὶ ἀρτηριῶν, τὸ δὲ νεύρων ἔχον ἀνατομήν, καὶ ἑτέρῳ τινὶ τῆς ἐμπειρικῆς ἀγωγῆς ὑποτύπωσις· ὧν οὐδὲν ἔχων ἐγὼ παρὰ τῶν ἐχόντων ἔλαβον, ἡνίκα τὸ δεύ‖