Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.13
Not analysed yet
τερον ἧκον εἰς Ῥώμην. ἄλλων δέ τινων τότε γραφέντων φίλοις ἔμεινεν ἀντίγραφα παρ' ἐμοὶ διὰ τὸ τελέως ἐξειργάσθαι· ὧν ἐστι καὶ τὰ περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων δύο καὶ τὰ περὶ φωνῆς τέτταρα, προσφωνηθέντα τινὶ τῶν ὑπατικῶν ἀνδρῶν, Βοηθῷ τοὔνομα, κατὰ τὴν Ἀριστοτέλους αἵρεσιν φιλοσοφοῦντι. τούτῳ καὶ τὰ περὶ τῆς Ἱπποκράτους ἀνατομῆς καὶ μετὰ ταῦτα <τὰ> περὶ τῆς Ἐρασιστράτου προσπεφώνηται φιλοτιμότερον γεγραμμένα διὰ Μαρτιάλιον, οὗ δύο βιβλία διασῴζεται τῶν ἀνατομικῶν ἔτι καὶ νῦν ὄντα παρὰ πολλοῖς, ἃ κατ' ἐκεῖνον τὸν χρόνον εὐδοκίμει μεγάλως. βάσκανος δὲ καὶ φιλόνεικος ἱκανῶς ἦν ὁ ἀνὴρ οὗτος καίτοι πλείω γεγονὼς ἔτη <τῶν> ἑβδομήκοντα. πυθόμενος οὖν εἰς ἀνατομικὸν πρόβλημα τούς τε λόγους καὶ τὰ διδαχθέντα μοι δημοσίᾳ πρὸς ἁπάντων τῶν ἀκολουθησάντων ἐπῃνῆσθαι μεγάλως ἤρετό τινα τῶν ἐμῶν φίλων, ἀπὸ ποίας εἴην αἱρέσεως. ἀκούσας δ' ὅτι δούλους ὀνομάζω τοὺς ἑαυτοὺς ἀναγορεύσαντας Ἱπποκρατείους ἢ Πραξαγορείους ἢ ὅλως ἀπό τινος ἀνδρός, ἐκλέγοιμι δὲ τὰ παρ' ἑκάστοις καλά, δεύτερον ἤρετο, ‖