Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.17
Not analysed yet
ἐπιδεικνύντος δύνασθαι· ‖τοὺς οὖν ὑφ' ἑκατέρου λόγους ῥηθέντας εἰς τάξιν καταστήσας ἔγραψά τι γυμνάσιον ἐμαυτῷ καὶ τοῦτ' οὐκ οἶδ' ὅπως ἐξέπεσεν ἐμοῦ μηδὲν εἰδότος αὐτό. τρία δ' ἄλλα περὶ θώρακος καὶ πνεύμονος κινήσεως, ἡνίκ' ἐν Σμύρνῃ διέτριβον, ἔγραψα συμφοιτητῇ χαρισάμενος μέλλοντι μετὰ τὴν ἀποδημίαν εἰς τὴν πατρίδα πορεύεσθαι χάριν τοῦ μελετήσαντα κατ' αὐτὰ ποιήσασθαί τιν' ἐπίδειξιν ἀνατομικήν. ἀποθανόντος οὖν ἐν τῷ μεταξὺ τοῦ νεανίσκου τὰ βιβλία παρά τισιν ἦν, ὑπονοούμενα τῆς ἐμῆς ἕξεως εἶναι, καί τις ἠλέγχθη προοίμιόν τι τεθεικὼς αὐτοῖς εἶτ' ἀναγιγνώσκων ὡς ἴδια. τούτων τῶν βιβλίων τῷ τρίτῳ κατὰ τὸ τέλος προσέγραψά τινα τῶν ὑπ' ἐμοῦ προσεξευρισκομένων ἐπαγγελίαν ἔχοντα· τὰ γὰρ ἐν τοῖς τρισὶ γεγραμμένα Πέλοπος ἦν τοῦ διδασκάλου δόγματα, παρ' ᾧ διατρίβων <κατὰ> Σμύρναν ἔγραψα ταῦτα ***. καθιδρύσας ἐμαυτὸν ἐν τῇ πατρίδι μετὰ τὴν ἐκ Ῥώμης ἐπάνοδον εἰχόμην τῶν συνήθων· ἀφίκετο δ' εὐθέως ἐξ Ἀκυληίας τὰ παρὰ τῶν αὐτοκρατόρων γράμματα καλούντων με· προῄρηντο γὰρ αὐτοὶ χειμάσαντες ἐπὶ ‖