Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.16
Not analysed yet
τὸ πρῶτον, ἃ λαβὼν ὁ Βοηθὸς ἐξῆλθε τῆς πόλεως ἐμοῦ πρότερος, ἄρξων τῆς Παλαιστίνης Συρίας, ἐν ᾗ καὶ ἀπέθανεν. καὶ διὰ τοῦτο μετὰ πολὺν χρόνον ἑκατέραν τὴν πραγματείαν συνετέλεσα προσγενομένων μοι κωλυμάτων μετὰ τὴν εἰς οἶκον ἐπάνοδον, ὧν ἐφεξῆς μνημονεύσω. Τίνα μοι μετὰ τὴν ἐκ Ῥώμης ἐπάνοδον οἴκαδε παραγενομένῳ βιβλία παρά τινων ἐδόθη τῶν ὑπ' ἐμοῦ γεγραμμένων. Ἐπανῆλθον μὲν οὖν ἐκ Ῥώμης εἰς τὴν πατρίδα πεπληρωμένων μοι τῶν ἐκ γενετῆς ἐτῶν ἑπτὰ καὶ τριάκοντα, τρία δέ μοι βιβλία παρά τινων ἐδόθη γεγραμμένα, πρὶν εἰς Σμύρναν ἐκ Περγάμου μεταβῆναι Πέλοπός τε τοῦ ἰατροῦ καὶ Ἀλβίνου τοῦ Πλατωνικοῦ χάριν· ἦν δὲ τὸ μέν τι μήτρας ἀνατομή, μικρὸν βιβλίδιον, τὸ δέ τι τῶν ἐν ὀφθαλμοῖς παθῶν διάγνωσις, μικρὸν καὶ αὐτό, τρίτον δ' ἀξιόλογον τῷ μεγέθει <περὶ> τῆς ἰατρικῆς ἐμπειρίας. ἐδόθη δὲ τὸ μὲν πρῶτον εἰρημένον μαίᾳ τινί, τὸ δὲ δεύτερον ὀφθαλμοὺς θεραπεύοντι νεανίσκῳ· τὸ δὲ τρίτον, ἡνίκα Πέλοψ μετὰ Φιλίππου τοῦ ἐμπειρικοῦ διελέχθη δυοῖν ἡμερῶν, τοῦ μὲν Πέλοπος, ὡς μὴ δυναμένης τῆς ἰατρικῆς δι' ἐμπειρίας μόνης συστῆναι, τοῦ Φιλίππου δ'