Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.22
Not analysed yet
κληθεὶς ὑπ' αὐτῶν ὑπομνήματα τῶν δειχθέντων τε καὶ λεχθέντων, ἐπιγέγραπται δὲ ταῦτα ‘<περὶ> τῶν ἀγνοηθέντων τῷ Λύκῳ κατὰ τὰς ἀνατομάς’ διὰ τήνδε τὴν αἰτίαν. ὁπότε προῆλθον ἐπιδείξων ἐμαυτὸν οὐδὲν ἐψευσμένον ἐν τοῖς ἀνατομικοῖς ὑπομνήμασιν, εἰς τὸ μέσον ἀνέθηκα τὰ τῶν ἀνατομικῶν ἁπάντων βιβλία τὴν ἐξουσίαν δοὺς ἑκάστῳ τῶν παρόντων ὃ βούλεται μόριον ἀνατμηθῆναι προβάλλειν ἐπαγγειλάμενος δείξειν, ὅσα διεφώνησαν τοῖς ἔμπροσθεν, ἀληθῶς ὑπ' ἐμοῦ γεγραμμένα. προβληθέντος δὲ <τοῦ> θώρακος ἐμοῦ τε τὴν ἀρχὴν ἀπὸ τῶν παλαιοτάτων ποιουμένου προχειριζομένου τε τὰς βίβλους αὐτῶν ἠξίωσάν τινες τῶν ἀξιολόγων ἰατρῶν ἐν προεδρίᾳ καθεζόμενοι μὴ κατατρίβειν με τὸν χρόνον, ἀλλ' ἐπειδὴ Λύκος ὁ Μακεδών, Κοΐντου μαθητὴς γεγονὼς ἀνδρὸς ἀνατομικωτάτου, τὰ μέχρι τῶν καθ' ἑαυτὸν εὑρημένα πάντ' ἔγραψεν, ἐάσαντα τοὺς ἄλλους μόνα τὰ πρὸς ἐκείνου γεγραμμένα τοῖς ἐμοῖς ἀντεξετάσαι· προσιέμενος οὖν αὐτῶν τὴν ἀξίωσιν οὕτως ἐπὶ πάντων τῶν καθ' ἑκάστην ἡμέραν προβαλλομένων ἐποίησα. πάντα δὲ ταῦτα διὰ τοῦτ' ἠναγκάσθην εἰπεῖν, ὅπως ἴδωσιν οἱ μέλλοντες ‖