Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.23
Not analysed yet
ἀναγνώσεσθαί τι τῶν ἐμῶν, κατὰ τίνα τὴν ἡλικίαν ἕκαστον ἔγραψα καὶ κατὰ τίνα τὴν αἰτίαν· ἐκ τούτων γὰρ εἴσονται τά τ' ἐλλιπῶς γεγραμμένα διορίζειν ἀπὸ τῶν τελέως ἐξειργασμένων τά τε κατὰ τὸν πρὸς τοὺς ἀλαζονευομένους ἔλεγχον ἀπὸ τῶν διδασκαλιῶν. ἐπισημανοῦμαι δὲ ταῦτα καὶ διὰ τῶν ἑξῆς, ἐάν που γένηται χρεία· νυνὶ δὲ τὰ διασῳζόμενα τῶν ὑπ' ἐμοῦ γραφέντων δηλώσω τὴν ἀρχὴν ἀπὸ τῶν ἀνατομικῶν ποιησάμενος. Περὶ τῶν κατὰ τὴν ἀνατομικὴν θεωρίαν. Πρῶτον μὲν ἐν τούτοις τὸ περὶ τῶν ὀστῶν τοῖς εἰσαγομένοις γεγραμμένον, μετὰ τοῦτο δ' ἔστιν ἄλλα τοῖς εἰσαγομένοις βιβλία, τὸ μὲν ἕτερον αὐτῶν φλεβῶν τε καὶ ἀρτηριῶν ἀνατομὴν περιέχον, τὸ δ' ἕτερον νεύρων· ἔστι δέ τι καὶ ἄλλο [’μυῶν ἀνατομή’] ἐν συντόμῳ διδάσκον ἅπαντ' ἀκριβῶς, ὅσα κατὰ τὰς ἀνατομικὰς ἐγχειρήσεις γέγραπται περὶ μυῶν. εἰ δέ τις βούλοιτο μετὰ τὴν τῶν ὀστῶν ἀνατομὴν ἐπὶ τὰς ἀνατομικὰς ἐγχειρήσεις εὐθέως ἔρχεσθαι, δυνατόν ἐστιν αὐτῷ παρελθεῖν τὰς [περὶ] τῶν ἀγγείων τε καὶ νεύρων ἀνατομάς, ὥσπερ γε καὶ τὴν τῶν μυῶν· ἅπαντα ‖