Ancient Greek · ~5 min
Volume 19
Galen, De libris propriis liber 19.28
Not analysed yet
νος καὶ φαρυγγέθρου ἐπιγλωττίδος τε καὶ παρισθμίων καὶ ἀντιάδων καὶ ῥινὸς καὶ μυκτήρων ὤτων τε καὶ τραχήλου καὶ τῶν κατ' αὐτὸν μυῶν [καὶ τοῦ ὑπὸ τὴν πλευρὰν μυός, τοῦ ὑπὸ τὴν κυλίδα καὶ περὶ τραχήλου φύσεως]. ἐν δὲ τῷ ἐνάτῳ περὶ μυῶν τῶν κατά τε τὰς φρένας καὶ τὴν ῥάχιν καὶ τὰ μεσοπλεύρια καὶ τὸ ἐπιγάστριον ἔτι τε περὶ τῶν τοῦ βραχίονος καὶ τῆς ὠμοπλάτης πήχεώς τε καὶ χειρὸς ἄκρας, ἐν δὲ τῷ δεκάτῳ <περὶ τῆς κνήμης> καὶ τῶν περὶ αὐτὴν μυῶν καὶ <περὶ> σκελῶν καὶ τῶν κατ' αὐτὰ μυῶν καὶ ἄρθρου τοῦ κατὰ γόνυ. ἡ δὲ τρίτη τῶν ἐπιτομῶν <τὸ> ἑνδέκατόν τε καὶ δωδέκατον καὶ <τρισκαιδέκατον καὶ τεσσαρεσκαιδέκατον καὶ> πεντεκαιδέκατον τῶν τοῦ Μαρίνου βιβλίων ἐστίν. ἔγραψε δὲ Μαρῖνος ἐν μὲν τῷ ἑνδεκάτῳ [ἃ μὲν κεφάλαια] ‘εἰ φέρεταί τι ἀπὸ νώτων ὑγρὸν εἰς πνεύμονα κατὰ [τε] τὰς εἰσπνοὰς καὶ κατὰ τὰς ἐδωδὰς εἰς γαστέρα πνεύματα’, δεύτερον δὲ περὶ στομάχου καὶ μετ' αὐτὸν περὶ βρόγχου καὶ περὶ πνεύμονος καὶ καρδίας καὶ περικαρδίου θυμοῦ· κατὰ δὲ τὸ δωδέκατον τῆς ἑαυτοῦ πραγματείας ὁ Μαρῖνος ἔγραψε περὶ ἥπατος καὶ τῆς ἐν αὐτῷ χολῆς καὶ περὶ σπληνὸς καὶ κοιλίας καὶ μεσεντερίου· κατὰ δὲ τὸ τρισκαιδέκατον πρῶτον <μὲν>