Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.27
Not analysed yet
στέρνων καὶ ὠμοπλατῶν καὶ ἀκρωμίων καὶ περὶ κλειδῶν καὶ βραχίονος καὶ πήχεως καὶ κερκίδος ὀστῶν τε τοῦ καρποῦ καὶ τῶν δακτύλων καὶ περὶ μηροῦ καὶ τῶν ἑκατέρωθεν τοῦ γόνατος χονδρωδῶν ὀστῶν. ἐν δὲ τῷ δευτέρῳ τῶν ἡμετέρων ὑπομνημάτων, <ἐν οἷς> ἡ τῆς ἀνατομικῆς Μαρίνου θεωρίας ἐστὶν ἐπιτομή, τὸ ἕβδομον καὶ ὄγδοον καὶ ἔνατον καὶ δέκατον περιέχεται τῶν Μαρίνου βιβλίων. κεφάλαια δὲ κατὰ μὲν τὸ ἕβδομόν ἐστι περὶ τῆς τοῦ κρανίου κοινωνίας πρός τε τὰς μήνιγγας καὶ τοὺς ἄλλους ὑμένας περί τε τῶν καθ' ὅλον τὸ πρόσωπον νεύρων περί τε κροταφιτῶν μυῶν καὶ μασητήρων καὶ τῶν ἐπὶ τὰς γνάθους καὶ τὰ χείλη μυῶν ἀπὸ τῶν φατνίων καὶ τῶν κατὰ τὰς γνάθους μυῶν, εἶτα περὶ τῶν ἐντὸς τῆς κάτω γνάθου μυῶν τῶν τε περὶ αὐτὴν χωρίς, καὶ τῶν μυκτήρων καὶ τῶν περὶ <τὰς ὑμενώδεις> ἐκφύσεις καὶ τῶν κατὰ τὴν γλῶτταν, εἶτα περὶ γλώττης καὶ τῶν κατ' αὐτὴν μυῶν ἔτι τε περὶ τῶν κατὰ τὸν ὀφθαλμὸν μυῶν. ἐν δὲ τῷ ὀγδόῳ τῶν τοῦ Μαρίνου βιβλίων κεφάλαια ταῦτ' ἐστί· περὶ στόματος καὶ περὶ χειλῶν καὶ ὀδόντων καὶ οὔλων καὶ κίο‖