Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.32
Not analysed yet
Ποῖα τῆς προγνωστικῆς θεωρίας βιβλία. Πρῶτα μέν ἐστι τρία περὶ κρισίμων ἡμερῶν, δεύτερον δ' ἐπ' αὐτοῖς τρία περὶ κρίσεων, εἶθ' ἡ περὶ τῶν σφυγμῶν πραγματεία, καθ' ἣν πρῶτα μέν ἐστι τέτταρα περὶ τῆς διαφορᾶς αὐτῶν, δεύτερον δ' ἄλλα τοσαῦτα περὶ τῆς διαγνώσεως, καὶ τρίτον πρὸς αὐτοῖς ἴσα τὸν ἀριθμὸν περὶ τῶν ἐν αὐτοῖς αἰτίων καὶ τέταρτον περὶ τῆς δι' αὐτῶν προγνώσεως <τέτταρα>, ἑκκαίδεκα τὰ πάντα, καὶ χωρὶς αὐτῶν [ἔξωθεν] τὸ περὶ χρείας σφυγμῶν τοῖς εἰσαγομένοις γεγραμμένον. ἐν ᾧ τινες ἐζήτησαν, διὰ τί τῶν πυρεττόντων ὁ ἴδιος οὐκ εἴρηται σφυγμός· οἷς ἀπεκρινάμεθα μεῖζον ἢ κατὰ τοὺς εἰσαγομένους εἶναι τὸ σκέμμα μεγάλης ζητήσεως τετευχός. ἀλλὰ τό γε τοσοῦτον εἴρηται κατὰ τὴν ἀρχὴν τοῦ βιβλίου τούτου, δύο δόξας γεγονέναι τοῖς ἰατροῖς, τὴν μὲν ἑτέραν τῶν ἡγουμένων αἰσθάνεσθαι καὶ τῆς συστολῆς τῶν ἀρτηριῶν, τὴν δὲ δευτέραν τῶν ἀναίσθητον αὐτὴν εἶναι λεγόντων, ἠξιοῦμέν τε τὸν εἰσαγόμενον ἐπὶ τῆς ῥᾴονος πρότερον γυμνάσασθαι, καθ' ἣν ἀναίσθητος ἡ συστολὴ γίγνεται. κατὰ ταύτην δὲ τὴν αἵρεσιν ἡμεῖς ἐπεπείσμεθα πυρε‖