Ancient Greek
Volume 19
Galen, De libris propriis liber 19.33
Not analysed yet
τοῦ σημεῖον ἴδιον ἐν σφυγμοῖς οὐδὲν εἶναι, κατὰ δὲ τὴν ἑτέραν, ἣν ἐν τῇ μεγάλῃ πραγματείᾳ τῶν ἑκκαίδεκα βιβλίων ἔγραψα, λέλεκται τὸ σημεῖον. ἀλλ' οἱ μὴ μαθόντες παρὰ διδασκάλοις, ἐοικότες δὲ κατὰ τὴν παροιμίαν τοῖς ἐκ βιβλίου κυβερνήταις τοιαῦτα ζητοῦσιν. ἐμοὶ δὲ καὶ κατ' <ἀρχὰς> εἴρηται τὴν μὲν τῶν εἰσαγομένων διδασκαλίαν ἑτέραν εἶναι, τὴν δὲ τῶν ἐκδιδασκομένων ἅπαντα τελέως ἑτέραν. γέγονε δ' οὖν μοι καὶ ἄλλο τι βιβλίον ἕν, ἐν ᾧ τὴν σύνοψιν ἐποιησάμην τῶν ἑκκαίδεκα βιβλίων· ἔξωθεν δὲ τούτων ἁπάντων ἐστὶν ὀκτὼ βιβλία τῆς Ἀρχιγένους περὶ σφυγμῶν πραγματείας ἐξήγησίν τε καὶ χρῆσιν ἔχοντα. ἐκ τούτου τοῦ μέρους τῆς τέχνης θείη ἄν τις καὶ τὰ περὶ δυσπνοίας τρία. Περὶ τῶν Ἱπποκρατείων ὑπομνημάτων. Οὔτ' ἄλλο τι τῶν ὑπ' ἐμοῦ δοθέντων φίλοις ἤλπισα πολλοὺς ἕξειν οὔτε τὰ τῶν Ἱπποκρατείων συγγραμμάτων ἐξηγητικά· τὴν ἀρχὴν γὰρ [αὐτῶν] οὐδὲν <πρὸς ἔκδοσιν ἀλλ' ἐμαυτὸν> γυμνάζων ἐγεγράφειν εἰς αὐτά ποθ' ὑπομνήματα, καθάπερ ἐποίησα τῆς ἰατρικῆς θεωρίας ἁπάσης καθ' ἕκαστον μέρος ἐμαυτῷ πα‖