Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.39
Not analysed yet
Περὶ τῶν εἰς τὰς ἀποδείξεις χρησίμων βιβλίων. Ἅπαντας ἀνθρώπους ὁρῶν, ἐν οἷς ἀμφισβητοῦσιν, ἑαυτούς τ' ἀποδεικνύειν ἐπαγγελλομένους ἐλέγχειν τε τοὺς πέλας ἐπιχειροῦντας οὐδὲν οὕτως ἐσπούδασα μαθεῖν ἁπάντων πρῶτον ὡς τὴν ἀποδεικτικὴν θεωρίαν ἠξίωσά τε παρὰ τῶν φιλοσόφων—ἐκείνους γὰρ ἤκουον αὐτὴν διδάσκειν—, εἰ μέν τι καὶ ἄλλο κατὰ τὸ λογικὸν μέρος τῆς φιλοσοφίας διδάσκεται, φυλάττειν εἰσαῦθις, τὴν <δ'> ὠδῖνα τῆς περὶ τὰς ἀποδείξεις ἐπιθυμίας παῦσαι διδάξαντας, ἥτις ἄρα μέθοδός ἐστιν, ἣν ὁ μαθὼν ἑτέρου τε λέγοντος λόγον ἀποδεικτικὸν ἀκριβῶς γνωριεῖ, πότερον ὄντως ἐστὶ τοιοῦτος ἢ καθάπερ τι νόμισμα κίβδηλον ἔοικε μὲν τῷ δοκίμῳ, μοχθηρὸς δὲ κατ' ἀλήθειάν ἐστιν, αὐτός τε δυνήσεται καθ' ἕκαστον τῶν ζητουμένων ὁδῷ τινι χρώμενος ἐπὶ τὴν εὕρεσιν αὐτοῦ παραγενέσθαι. πᾶσιν οὖν τοῖς κατ' ἐκεῖνον τὸν χρόνον ἐνδόξοις Στωϊκοῖς τε καὶ Περιπατητικοῖς ἐμαυτὸν ἐγχειρίσας πολλὰ μὲν ἔμαθον ἄλλα τῶν λογικῶν θεωρημάτων, ἃ τῷ μετὰ ταῦτα χρόνῳ σκοπούμενος ἄχρηστα πρὸς τὰς ἀποδείξεις εὗρον, ὀλίγιστα δὲ χρησίμως μὲν αὐ‖