Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.38
Not analysed yet
ἐν Ῥώμῃ Ἐρασιστρατείους· προσήκει δ' ‖Ἐρασιστράτῳ κἀκεῖνο τὸ βιβλίον, ἐν ᾧ ζητοῦμεν, εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχεται, καθάπερ γε καὶ τὸ περὶ χρείας ἀναπνοῆς καὶ τὰ τῶν φυσικῶν δυνάμεων τρία, ἃ περιέχει κρίσιν ἁπάντων ὧν ἔγραψεν Ἐρασίστρατος ἐν τοῖς καθόλου λόγοις ὑπὲρ τῶν φυσικῶν ἐνεργειῶν. Περὶ τῶν Ἀσκληπιάδῃ προσηκόντων. Ὀκτὼ μὲν ‘περὶ τῶν Ἀσκληπιάδου δογμάτων’ ἐπιγεγραμμένα, μικρὸν δ' ἄλλο τὴν ἐπιγραφὴν ἔχον ‘περὶ οὐσίας τῆς ψυχῆς κατ' Ἀσκληπιάδην.’ Περὶ τῶν τοῖς ἐμπειρικοῖς ἰατροῖς διαφερόντων. Τῆς Θεοδᾶ εἰσαγωγῆς ὑπομνήματα πέντε· περὶ τῶν Μηνοδότου Σεβήρῳ ἕνδεκα· τῶν Σεραπίωνος πρὸς τὰς αἱρέσεις δύο ὑποτυπώσεις ἐμπειρικαί· περὶ τῆς ἰατρικῆς ἐμπειρίας· περὶ τῆς τῶν ἐμπειρικῶν διαφωνίας τρία· πρὸς τὰ ἀντειρημένα τοῖς περὶ τῆς διαφωνίας τῶν ἐμπειρικῶν τοῦ τε Θεοδᾶ κεφάλαια ὑπομνήματα τρία· [εἰς τὸ Μηνοδότου Σεβήρῳ]· προτρεπτικὸς ἐπ' ἰατρικήν· ‘σύνοψις τῶν Ἡρακλείδου περὶ τῆς ἐμπειρικῆς αἱρέσεως’ ἑπτά. Περὶ τῶν τοῖς μεθοδικοῖς διαφερόντων. Μεθοδικῆς αἱρέσεως ἕξ· πρὸς τὰ ὑπὸ Ἰουλιανοῦ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς. ‖