Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.43
Not analysed yet
Ἀδρά‖στου καὶ Ἀσπασίου ἐστίν. ἔτι δὲ παῖς ὢν ἡνίκα πρῶτον ὁ πατήρ μέ τινι τὴν λογικὴν θεωρίαν Χρυσίππου τε καὶ τῶν ἐνδόξων Στωϊκῶν διδάξαντι παρέδωκεν, ἐποιησάμην ἐμαυτῷ τῶν Χρυσίππου συλλογιστικῶν βιβλίων ὑπομνήματα καὶ ταῦθ' ὕστερον ἐφάνησαν ἔχοντές τινες ἐν Περγάμῳ μὲν καταλειφθέντα μετὰ πολλῶν ὑπομνημάτων, ἃ μειράκιον ὢν ἐποιησάμην, [ἐκ]δοθέντα δ' ὑπ' οἰκέτου τισὶ τῶν αἰτησάντων. Ἃ δ' ἐγὼ μετὰ τὴν περὶ τῆς ἀποδείξεως πραγματείαν ἔγραψα πλατύτερον ἐξειργασμένα τῶν ἐν ἐκείνοις συντόμως εἰρημένων, ταῦτ' ἐστί· περὶ τῶν ἀναγκαίων εἰς τὰς ἀποδείξεις ἕν· περὶ τῶν παραλειπομένων προτάσεων ἐν τῇ λέξει τῶν ἀποδείξεων ἕν· περὶ τῶν ἰσοδυναμουσῶν προτάσεων ἕν· περὶ τῶν κατὰ <τὸ> διότι ἀποδείξεων ἕν· περὶ τοῦ τῶν συλλογισμῶν ἀριθμοῦ ἕν· περὶ παραδείγματος δύο· περὶ ἐπαγωγῆς ἕν· περὶ εἰκόνος ἕν· περὶ ὁμοιότητος τρία· περὶ <τῶν> ἐξ ὑποθέσεων ἀρχῶν ἕν· περὶ <τῶν> κατὰ τὸ γένος καὶ τὸ εἶδος καὶ τῶν συζυγούντων αὐτοῖς σημαινομένων ἡμῖν κατὰ τὴν αὐτόματον φωνὴν ἕν· ‖