Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.44
Not analysed yet
περὶ τοῦ δυνατοῦ· περὶ τῶν πολλαχῶς λεγομένων τρία· περὶ τῶν ἐν ταῖς τέχναις κοινῶν καὶ ἰδίων ἕν· περὶ τῶν ἑαυτοὺς περιτρεπόντων λόγων ἕν· περὶ τῶν ἐνδεχομένων προτάσεων ἕν· περὶ τῶν ἐκ μικτῶν προτάσεων [καὶ] συλλογισμῶν ἕν· ‘ὅπως χρὴ διακρίνειν τὴν πραγματικὴν ζήτησιν τῆς κατ' ὄνομα καὶ [τὸ] σημαινόμενον’ ἕν· περὶ Κλειτομάχου καὶ τῶν τῆς ἀποδείξεως αὐτοῦ λύσεων· περὶ τοῦ κοινοῦ λόγου δύο· περὶ τῆς ἀρίστης διδασκαλίας πρὸς Φαβωρῖνον· ὑπὲρ Ἐπικτήτου πρὸς Φαβωρῖνον ἕν· περὶ χρείας συλλογισμῶν· [περὶ χρείας <τῶν> εἰς τοὺς συλλογισμοὺς θεωρημάτων πρῶτον καὶ δεύτερον]· περὶ τῆς ἀρίστης αἱρέσεως ἕν· περὶ ὀνομάτων ὀρθότητος τρία· περὶ τοῦ τῶν ὄντων ἕκαστον ἕν τ' εἶναι καὶ πολλά· περὶ τοῦ ‘ὅτι τοῖς ἀντικειμένοις ἓν καὶ ταὐτὸν ἐξ ἀνάγκης ἀκολουθεῖν ἀδύνατόν ἐστιν’ ἕν· περὶ τῆς ἀποδεικτικῆς εὑρέσεως ἕν [περὶ τῆς λογικῆς δευτέρας καὶ θεωρίας ἕν]· διάλογοι πρὸς φιλόσοφον †ἰδίως <περὶ> τοῦ κατὰ τὰς κοινὰς ἐννοίας . . . · πρὸς τοὺς ἐπηρεαστικῶς ἀκούοντας τῶν ὀνομάτων ἕν· [περὶ τῶν ἰδίων καὶ κοινῶν ἐν ταῖς τέχναις·] περὶ τῆς ‖