Ancient Greek · ~3 min
Volume 19
Galen, De libris propriis liber 19.48
Not analysed yet
Τὰ πρὸς τὴν Ἐπικούρου φιλοσοφίαν ἀνήκοντα. Περὶ τῆς κατ' Ἐπίκουρον εὐδαίμονος καὶ μακαρίου βίου δύο· περὶ τῆς κατ' Ἐπίκουρον ἀμαυρου<μένης> ἡδονῆς· ‘ὅτι τὰ ποιητικὰ τῆς ἡδονῆς ἐλλιπῶς Ἐπικούρῳ λέλεκται’ ἕν· περὶ τῆς Ἡδονικῆς αἱρέσεως· ‘εἰ ἡ φυσιολογία χρήσιμος εἰς τὴν ἠθικὴν φιλοσοφίαν’ ἕν· περὶ τῶν πρὸς τοὺς σοφιστὰς ἐν<νέα> Μητροδώρου· ἐπιστολὴ πρὸς Κέλσον Ἐπικούρειον· ἐπιστολὴ Πουδεντιανοῦ Ἐπικουρείου. Τὰ τοῖς γραμματικοῖς καὶ ῥήτορσι κοινά. Τῶν παρὰ τοῖς Ἀττικοῖς συγγραφεῦσιν ὀνομάτων τεσσαράκοντα ὀκτώ· τῶν παρ' Εὐπόλιδι πολιτικῶν ὀνομάτων τρία· τῶν παρ' Ἀριστοφάνει πολιτικῶν ὀνομάτων πέντε· τῶν παρὰ Κρατίνῳ πολιτικῶν ὀνομάτων δύο· τῶν ἰδίων κωμικῶν ὀνομάτων παραδείγματα, ἕν· ‘εἰ χρήσιμον ἀνάγνωσμα τοῖς παιδευομένοις ἡ παλαιὰ κωμῳδία’· πρὸς τοὺς ἐπιτιμῶντας τοῖς σολοικίζουσι τῇ φωνῇ ἕξ [ἐν ἄλλοις ζʹ]· Ἀττικῶν παράσημος, ἕν· περὶ σαφηνείας καὶ ἀσαφείας· ‘εἰ δύναταί τις εἶναι κριτικὸς καὶ γραμματικός’ ἕν.