Ancient Greek · ~4 min
Volume 19
Galen, De libris propriis liber 19.47
Not analysed yet
<Περὶ> τῶν πρὸς τὴν Ἀριστοτέλους φιλοσοφίαν ἀνηκόντων. Εἰς τὸ περὶ ἑρμηνείας ὑπομνήματα τρία· προτέρων ἀναλυτικῶν τοῦ προτέρου <ὑπομνήματα τέτταρα, τοῦ δευτέρου τέτταρα, δευτέρων δὲ τοῦ προτέρου> ἕξ, τοῦ δευτέρου ὑπομνήματα πέντε· εἰς τὰς δέκα κατηγορίας ὑπομνήματα τέτταρα· εἰς τὸ περὶ καταφάσεως καὶ ἀποφάσεως Θεοφράστου ὑπομνήματα ἕξ· εἰς τὸ περὶ τοῦ ποσαχῶς [τὰ] ὑπομνήματα τρία· εἰς τὸ ‘πρῶτον κινοῦν ἀκίνητον <αὐτό>‘· εἰς τὸ περὶ λέξεως Εὐδήμου ὑπομνήματα τρία· περὶ τῶν κατὰ τὸ διότι ἀποδείξεων ἕν· [περὶ τῶν ἐνδεχομένων προτάσεων καὶ συλλογισμῶν ἕν]· περὶ τῶν ἐκ μικτῶν προτάσεων συλλογισμῶν ἕν· περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων. Τὰ πρὸς τὴν τῶν Στωϊκῶν φιλοσόφων διαφέροντα. Περὶ τῆς κατὰ Χρύσιππον λογικῆς θεωρίας τρία· τῆς Χρυσίππου συλλογιστικῆς πρώτης ὑπομνήματα τρία, δευτέρας ἕν· περὶ τῆς λογικῆς δυνάμεως καὶ θεωρίας ἑπτά· περὶ τῆς χρείας τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων πρῶτον καὶ δεύτερον· ‘ὅτι ἡ γεωμετρικὴ ἀναλυτικὴ ἀμείνων τῆς τῶν Στωϊκῶν’ ἕν· [περὶ τῆς χρείας τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων βʹ]. ‖