Ancient Greek · ~2 min
Volume 19
Galen, De libris propriis liber 19.8
Not analysed yet
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΙΔΙΩΝ ΒΙΒΛΙΩΝ. Ἔργῳ φανερὰ γέγονεν ἡ συμβουλή σου, κράτιστε Βάσσε, περὶ τῆς γραφῆς τῶν ὑπ' ἐμοῦ γεγονότων βιβλίων. ἐν γάρ τοι τῷ Σανδαλαρίῳ, καθ' ὃ δὴ πλεῖστα τῶν ἐν Ῥώμῃ βιβλιοπωλείων ἐστίν, ἐθεασάμεθά τινας ἀμφισβητοῦντας, εἴτ' ἐμὸν εἴη τὸ πιπρασκόμενον αὐτὸ βιβλίον εἴτ' ἄλλου τινός· ἐπεγέγραπτο [μὴ] γὰρ ‘Γαληνὸς ἰατρός’. ὠνουμένου δέ τινος ὡς ἐμὸν ὑπὸ τοῦ ξένου τῆς ἐπιγραφῆς κινηθείς τις ἀνὴρ τῶν φιλολόγων ἐβουλήθη γνῶναι ‖