Ancient Greek · ~2 min
Book 5
Galen, De locis affectis 5.ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ ΤΟΠΩΝ ΒΙΒΛΙΟΝ Ε.
Not analysed yet
Ἐν τῷ πρὸ τούτου γράμματι περὶ τῶν κατὰ τὸν πνεύμονα παθῶν διεξερχόμενος, ἐμνημόνευσα τῇ κοινωνίᾳ τοῦ λόγου καὶ θώρακος καὶ καρδίας ἐπ’ ὀλίγον, ἀναβαλλόμενος εἰς τουτὶ τὸ πέμπτον ὑπόμνημα τελέως ἀποδώσειν ἅπαντα τὸν περὶ αὐτῶν λόγον. ἐπεὶ τοίνυν ἐτελεύτησεν ἡ κατὰ τὸ τέταρτον ὑπόμνημα διδασκαλία εἰς τὰ συμβάντα τῷ Ἀντιπάτρῳ τῷ ἰατρῷ, τὴν μὲν διάθεσιν αὐτοῦ ἐν αὐτῷ τῷ πνεύμονι ἴσχοντος τὴν πρώτην, ἐπιδιαβάντος δὲ τοῦ πάθους ἄχρι τῆς καρδίας, ἄμεινον εἶναί μοι δοκεῖ περὶ πάντων αὐτῆς τῶν παθῶν διελθεῖν.