Ancient Greek
Chapter 18
Galen, De musculorum dissectione ad tirones 18
Not analysed yet
Περὶ τῶν τῆς φάρυγγος μυῶν. Χώρα τις πρόκειται κοινὴ στομάχου τε καὶ φάρυγγος, εἰς ἣν ἑκατέρου τὸ στόμα ἀνήκει. καλοῦσι δὲ αὐτὴν μὲν τὴν χώραν ἰσθμὸν, ἐπειδὴ στενὴ καὶ προμήκης ἐστὶ, τὸ περιέχον δὲ αὐτὴν σῶμα φάρυγγα, καθ’ ἣν ἑκατέρωθεν εἷς ἐστι μῦς ἔν τε τῷ φωνεῖν καὶ καταπίνειν ἐνεργῶν, ἡ κεφαλὴ δὲ αὐτῶν πλησίον τέτακται τοῖς κάτωθεν ἀνιοῦσιν εἰς τὰ πλάγια τῆς γλώσσης μυσίν.