Ancient Greek
Chapter 29
Galen, De musculorum dissectione ad tirones 29
Not analysed yet
Περὶ τῶν ἐπὶ τοὺς ὄρχεις καταφερομένων μυῶν. Δύο πρὸς ἑκάτερον ὄρχιν ἀφικνοῦνται μύες ἰσχνοὶ, ἐκφύεται δὲ ὁ μὲν ἐκ τῆς ἥβης, ὁ δὲ ἐκ τοῦ τῆς λαγόνος ὀστοῦ δι’ ὑμενώδους συνδέσμου λεπτοῦ. καταφέρονται δὲ ἐντεῦθεν ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν διὰ τοῦ καθήκοντος ἐπὶ τὸν ὄρχιν πόρου, κἄπειτα πλατυνόμενοι περιλαμβάνουσι τὸν ἐρυθροειδῆ. τὸ δὲ ἔργον αὐτῶν ἀνατείνειν τὸν ὄρχιν. ὅθεν ἔνιοι κρεμαστῆρας αὐτοὺς ὀνομάζουσι.