Ancient Greek · ~4 min
Volume 19
Galen, De ordine librorum suorum ad Eugenianum 19.52
Not analysed yet
ἂν οὗτος ἐξεύροι τὴν ἀρίστην αἵρεσιν. ἐπίστασαι δὲ καὶ σὺ τοὺς πολλοὺς τῶν ἰατρῶν τε καὶ φιλοσόφων, ὅταν ἐξελέγχωνται, ὡς μηδὲν ἀποδεικτικὴν μέθοδον ἠσκηκότας, ἐπ' ἐναντίας ὁδοὺς ἐκτρεπομένους καὶ τοὺς μὲν αὐτῶν μηδ' εἶναι φάσκοντας ἀπόδειξιν, ἐνίους δ' οὐ μόνον ὑπάρχειν ἀπόδειξιν ἀλλὰ καὶ γιγνώσκεσθαι φύσει πᾶσιν, ὡς μηδὲν εἰς τοῦτο μήτε μαθήσεως δεῖσθαί τινα μήτ' ἀσκήσεως· οἷς πῶς ἂν ἔτι διαλέγοιτό τις εἰς τοσοῦτον ἐμπληξίας ἥκουσιν; ἀλλά τις ἴσως αὐτῶν ἐρεῖ—καὶ γὰρ τολμηρότατοί πώς εἰσι περὶ ὧν οὐκ ἴσασιν ἀποφαίνεσθαι—τὴν τόλμαν ἐν ἐμοὶ μᾶλλον εἶναι. ἵν' οὖν μήτ' αὐτὸς ἀκούω ταῦτα μήτε πρὸς ἑτέρους ἀναγκάζωμαι λέγειν, ἐγνώκειν μηδὲν ἐκδιδόναι βιβλίον. ἀλλὰ τῶν γε τοῖς φίλοις δοθέντων ἐκπεσόντων εἰς πολλοὺς ἐγράφη μὲν ἐξ ἀνάγκης δι' ἐκεῖνα καὶ τὸ περὶ τῆς ἀρίστης αἱρέσεως, εἴρηται δ' ἐν αὐτῷ καὶ ἡ τῆς γραφῆς αἰτία. ταῦτά τ' οὖν εἴ τις ἀναγιγνώσκειν ἐθέλοι πρῶτα πάντων, ὀρθῶς ποιήσει, καὶ εἰ πεισθεὶς αὐτοῖς ἀποδεικτικὸς γενέσθαι βου‖