Ancient Greek
Volume 19
Galen, De ordine librorum suorum ad Eugenianum 19.53
Not analysed yet
ληθείη, πρὶν ἐπὶ τὴν μάθησίν τε καὶ κρίσιν ἥκειν ἁπασῶν τῶν αἱρέσεων, ἔχει πραγματείαν τὴν ὑφ' ἡμῶν γεγραμμένην, τὴν περὶ ἀποδείξεως, ἧς ἐὰν μὴ μόνον μάθῃ τὰς μεθόδους ἀλλὰ καὶ γυμνάσηται κατ' αὐτάς, ἐπὶ πάσης ὕλης πραγμάτων ἐξευρήσει τὴν ἀλήθειαν, ἐάν γ' ἐραστὴς ὑπάρχῃ καὶ μὴ κατὰ πάθος ἄλογον αἱρῆταί τι, καθάπερ οἱ περὶ τὰς διαφορὰς τῶν χρωμάτων ἐν ταῖς ἱπποδρομίαις ἐσπουδακότες· ὁ δ' αὐτὸς οὗτος ἐπὶ τοῖς ἔμπροσθεν εἰρημένοις παραγενόμενος ἐξευρήσει τά τ' ἀληθῶς ἄλλοις ἐγνωσμένα καὶ ψευδῶς ὑπειλημμένα. Μία μὲν οὖν ἥδε τῶν ἡμετέρων ὑπομνημάτων ἐστὶν ἀρχὴ τῆς ἀναγνώσεως ἐκείνοις τῶν ἀνδρῶν, ὅσοι καὶ φύσει συνετοὶ καὶ ἀληθείας ἑταῖροι· χωρὶς δὲ ταύτης ἐάν τις ἡμῶν αὐτῶν ᾖ πεπειραμένος ἐπί τε τοῦ βίου παντὸς καὶ κατὰ <τὰ> τῆς τέχνης ἔργα [τάχα ἐπ' αὐτῶν τῶν νοσούντων], ὥστε πεπεῖσθαι περὶ μὲν τοῦ τρόπου τῆς ψυχῆς ὅτι χωρὶς ἔχθρας ἢ φιλονεικίας ἢ φιλίας ἀλόγου πρὸς αἵρεσίν τινα πάντα πράττομεν <ἀεί>, περὶ <δὲ> τῶν ἔργων τῶν κατὰ τὴν τέχνην ὅπως μαρτυρεῖ τῇ τῶν δογμάτων ‖