Ancient Greek
Volume 19
Galen, De ordine librorum suorum ad Eugenianum 19.56
Not analysed yet
τῷ περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων, γέγραπται δὲ καὶ κατὰ μόνας ἐν ἑτέρῳ βιβλίῳ. τῷ δὲ περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων ἕπεται τὰ περὶ κράσεων ὑπομνήματα τρία καὶ τούτοις ἡ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως πραγματεία κἀκείνῃ πάλιν ἡ περὶ συνθέσεως φαρμάκων. ἐν μὲν οὖν τοῖς πρώτοις <περὶ κράσεων αἱ ἐν τοῖς> ζῴοις <κράσεις> λέγονται μετὰ τῶν ἰδίων ἑκάστης γνωρισμάτων, ἐν δὲ τῷ <τρίτῳ> περὶ τῆς τῶν φαρμάκων κράσεως ὁ λόγος ἐστίν. ἐάν τ' οὖν μετὰ <τὰ> δύο βουληθῇ τις ἐάν τε μετὰ <τὰ> τρία τό τε περὶ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος ἀναγνῶναι καὶ τὸ περὶ τῆς εὐεξίας καὶ τὸ περὶ ἀνωμάλου δυσκρασίας, ἐν τῇ προσηκούσῃ τάξει πράξει τοῦτο. μικρὰ δ' ἐστὶ πάνυ τὰ τρία ταῦτα βιβλία φίλοις ἀξιώσασιν ὑπαγορευθέντα κἄπειτ' ἐκδοθέντα πρὸς ἐκείνων· ἐπεί τοι καὶ τούτων ἡ δύναμις ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ περιέχεται, καθ' ἣν αἱ διαφοραὶ τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς ***. ***τῶν ἐξηγήσεων ὅσαι τ' ὀρθῶς λέγονται καὶ ὅσαι μή, προγεγυμνασμένῳ κατὰ τὰς ἡμετέρας πραγματείας. ἕξεις δ' εἰς ἔνια ‖