Ancient Greek · ~6 min
Volume 19
Galen, De ordine librorum suorum ad Eugenianum 19.55
Not analysed yet
των θέᾳ κατὰ τὰς ἀνατομὰς γυμνασάμενος ἑξῆς αὐτῶν τὰς ἐνεργείας μαθήσεται, τὰς μὲν φυσικὰς ἐν τρισὶν ὑπομνήμασι γεγραμμένας, ἃ ‘περὶ φυσικῶν δυνάμεων’ ἐπιγέγραπται, τὰς ψυχικὰς δ' ὀνομαζομένας ἐν ἄλλοις πλείοσιν, ὧν προηγεῖται τό τε περὶ τῆς ἐπὶ τῶν τεθνεώτων ἀνατομῆς καὶ δύο ἐφεξῆς τῷδε, τὰ <περὶ> τῆς ἐπὶ τῶν ζώντων, καὶ δύο ἐπ' αὐτοῖς ἄλλα, τὰ περὶ τῆς ἀνατομικῆς διαφωνίας· ἐφεξῆς δὲ τούτοις ἐστὶ τρία μὲν περὶ θώρακος καὶ πνεύμονος <κινήσεως>, δύο δὲ περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων καὶ τούτων ἐφεξῆς <τέτταρα> περὶ φωνῆς· ἐκ ταὐτοῦ δὲ γένους ἐστὶ καὶ τὰ περὶ μυῶν κινήσεως. <ὑπὲρ ἡγεμονικοῦ δὲ καὶ τῶν ἄλλων ἁπάντων, ὅσα περὶ φυσικῶν ἢ ψυχικῶν ἐνεργειῶν ζητεῖται, διὰ πολυβίβλου πραγματείας ἐδηλώσαμεν, ἣν ‘περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων’ ἐπιγράφομεν. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ τῆς θεωρίας καὶ τὰ περὶ σπέρματος ἰδίᾳ γεγραμμένα καὶ προσέτι τὰ περὶ τῆς Ἱπποκράτους ἀνατομῆς, οἷς ἅπασιν ἡ περὶ χρείας μορίων ἕπεται πραγματεία. αἱ δ' ἀρχαὶ τῆς γενέσεως ἅπασι τοῖς οὖσιν ὕλην ἔχουσι τὰ τέτταρα στοιχεῖα, κεράννυσθαί τε πεφυκότα δι' ὅλων ἀλλήλων καὶ δρᾶν εἰς ἄλληλα· ὑπὲρ ὧν ἐν τῷ πρώτῳ> περὶ τῶν <ἰατρικῶν> ὀνομάτων <κἀν τῷ περὶ τῶν καθ' Ἱπποκράτην στοιχείων> ἐπιδέδεικται. καὶ αὐτὰ μὲν τὰ περὶ τῆς ἀποδείξεως τῶν στοιχείων οὐ πάντ' εἴρηται κατὰ τὸ βιβλίον ἀλλ' ὅσοις αὐτὸς Ἱπποκράτης ἐχρήσατο· πρὸς δὲ τὸ τελεώτατον τῆς ἐπιστήμης τῶν τοῦ σώματος στοιχείων ἀναλέξασθαι προσήκει τά τ' ἐν τῷ τρισκαιδεκάτῳ περὶ ἀποδείξεως εἰρημένα καὶ κατὰ τὸ πέμπτον καὶ ἕκτον περὶ τῶν Ἀσκληπιάδου δογμάτων. ἀλλὰ καὶ [τὰ] περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως εἴρηται μέν τινα κἀν ‖