Ancient Greek
Volume 19
Galen, De ordine librorum suorum ad Eugenianum 19.58
Not analysed yet
βιβλίων· ὁμολογεῖται δὲ Σάτυρος ἀκριβέστατα διασῴζειν τὰ Κοΐντου δόγματα μήτε προσθεὶς αὐτοῖς τι μήτ' ἀφελών· Αἰφικιανὸς μὲν γάρ τι καὶ μετερρύθμισεν ἐπὶ τὸ Στωϊκώτερον. ἡμεῖς οὖν ἑτέρως μὲν ἔμπροσθεν ἀκηκοότες Σατύρου τὰς ἐξηγήσεις Κοΐντου, μετὰ χρόνον δ' ὕστερον ἀναγνόντες τινὰ τῶν τοῦ Λύκου κατέγνωμεν ἀμφοτέρων ὡς οὐκ ἀκριβῶς ἐγνωκότων τὴν Ἱπποκράτους γνώμην. ἄμεινον δ' ἔγνωσαν οἱ περὶ Σαβῖνόν τε καὶ Ῥοῦφον· ὁ δ' ἐν ταῖς ἡμετέραις πραγματείαις προγεγυμνασμένος ἱκανὸς καὶ τὰ τούτων κρίνειν καὶ φωρᾶσαι τά τε καλῶς ὑπ' αὐτῶν εἰρημένα καὶ εἴ που τύχοιεν ἐσφαλμένοι. Ἀλλ' ἐπεὶ καὶ περὶ τῶν Ἱπποκράτους ἐξηγήσεων αὐτάρκως εἴρηται, μεταβῶμεν ἐπὶ τὰ λοιπὰ τῶν ἡμετέρων ὑπομνημάτων, ὅσα τῆς λογικῆς ἐστι πραγματείας. ἔστι δ' ἐξ αὐτῶν σοὶ μέν, ὦ Εὐγενιανέ, καὶ ὅσοι τὴν ἰατρικὴν μόνην ἐσπουδάκατε, <τὰ> περὶ τῆς ἀποδείξεως αὐτάρκη, τοῖς δ' ἄλλοις, ὅσοι φιλοσοφίᾳ σχολάζουσι, καὶ τἆλλα, πλὴν εἴ τις ἀμφοτέρας δύναιτο καλῶς μετέρχε‖