Ancient Greek
Volume 19
Galen, De ordine librorum suorum ad Eugenianum 19.59
Not analysed yet
σθαι τὰς θεωρίας ἰατρικῆς τε καὶ φιλοσοφίας. εἶναι δὲ χρὴ τοῦτον ἀγχίνουν θ' ἅμα καὶ μνήμονα καὶ φιλόπονον, ἔτι δὲ πρὸς τούτοις εὐτυχηκότα τοιαύτην εὐτυχίαν οἵαν ἡμεῖς εὐτυχήσαμεν ὑπὸ πατρὶ παιδευθέντες, <ὃς> ἀριθμητικῆς τε καὶ λογιστικῆς καὶ γραμματικῆς θεωρίας ἐπιστήμων ἡμᾶς ἐν τούτοις τε κἀν τοῖς ἄλλοις, ὅσα παιδείας μαθήματα, θρέψας, ἡνίκα πεντεκαιδέκατον ἔτος ἤγομεν, ἐπὶ τὴν διαλεκτικὴν θεωρίαν ἦγεν ὡς μόνῃ φιλοσοφίᾳ προσέξοντας τὸν νοῦν, εἶτ' ἐξ ὀνειράτων ἐναργῶν προτραπεὶς ἑπτακαιδέκατον ἔτος ἄγοντας καὶ τὴν ἰατρικὴν ἐποίησεν ἀσκεῖν ἅμα τῇ φιλοσοφίᾳ. ἀλλὰ καὶ τοιαύτην ἐγὼ τὴν εὐτυχίαν εὐτυχήσας ἐκμανθάνων τε καὶ θᾶττον ἁπάντων τῶν ἄλλων ὅ τι περ [ἂν] ἐδιδασκόμην, εἰ μὴ τὸν ὅλον μου βίον εἰς τὴν τῶν <ἐν> ἰατρικῇ τε καὶ φιλοσοφίᾳ θεωρημάτων ἄσκησιν καθεστήκειν, οὐδὲν ἂν ἔγνων μέγα. μηδὲν τοίνυν μηδὲ τοῦτο θαῦμα, διότι πολὺ πλῆθος ἀνθρώπων ἀσκούντων ἰατρικήν τε καὶ φιλοσοφίαν ἐν οὐδετέρᾳ κατορθοῦσιν· ἢ γὰρ οὐκ ἔφυσαν καλῶς ἢ οὐκ ἐπαιδεύθησαν ὡς προσῆκεν, ‖