Ancient Greek
Volume 19
Galen, De ordine librorum suorum ad Eugenianum 19.61
Not analysed yet
φεσθαι τῶν σολοικιζόντων τῇ φωνῇ μηδ' ἐπιτιμᾶν· ἄμεινον γάρ ἐστι τῇ φωνῇ μᾶλλον ἢ τῷ βίῳ σολοικίζειν τε καὶ βαρβαρίζειν. ἐγράφη δέ μοί ποτε καὶ πραγματεία πρὸς τοὺς ἐπιτιμῶντας τοῖς σολοικίζουσι τῇ φωνῇ· τοσούτου δέω παιδείας τι μόριον ὑπολαμβάνειν τὸ ἀττικίζειν. ἀλλὰ διὰ τὸ πολλοὺς ἰατροὺς καὶ φιλοσόφους, ἐν οἷς αὐτοὶ νομοθετοῦσι καινὰ σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων, ἐν τούτοις ἑτέροις ***,διὰ τοῦτο καὶ τῶν ὀνομάτων τὴν ἐξήγησιν ἐποιησάμην ἐν ὀκτὼ καὶ τεσσαράκοντα βιβλίοις ἀθροισάμενος <ἐκ τῶν> Ἀττικῶν συγγραφέων αὐτά, καθάπερ ἐκ τῶν κωμικῶν ἄλλα. γέγραπται μὲν οὖν, ὡς ἔφην, ἡ πραγματεία διὰ τὰ σημαινόμενα· σὺν τούτῳ δ' εὐθέως ὑπάρχει τοῖς ἀναγνωσομένοις αὐτὰ καὶ ἡ τῶν Ἀττικῶν ὀνομάτων γνῶσις οὐδὲν αὐτὴ καθ' ἑαυτὴν ἄξιον ἔχουσα μεγάλης σπουδῆς· ἀλλά γε διὰ τοὺς κακῶς χρωμένους τοῖς ὀνόμασιν ἄλλη μοι γέγραπται πραγματεία περὶ τῆς ὀρθότητος αὐτῶν, ἣν δὴ καὶ πρώτην ἁπασῶν ἄμεινον ἀναγιγνώσκειν.