Ancient Greek · ~4 min
Volume 19
Galen, De ordine librorum suorum ad Eugenianum 19.60
Not analysed yet
ἢ οὐ κατέμειναν ἐν ταῖς ἀσκήσεσιν ἀλλ' ἐπὶ τὰς πολιτικὰς πράξεις ἀπετράποντο. ταῦτα μὲν οὖν μοι κατὰ τὸ πάρεργον εἰρήσθω καίτοι <γ'> οὐκ ὄντα πάρεργα. τὰ γοῦν τῆς φιλοσόφου θεωρίας ἡμέτερα βιβλία μετὰ τὴν περὶ τῆς ἀποδείξεως πραγματείαν ἀναγιγνώσκειν χρή· τίνες δ' αὐτῶν εἰσιν αἱ ὑποθέσεις καὶ πόσαι, καθ' ἕκαστον <μὲν> αὐτῶν γέγραπται, δι' ἐκείνου δὲ δειχθήσεται τοῦ γράμματος, ἐν ᾧ τὴν γραφὴν ποιήσομαι ἁπάντων τῶν ἐμῶν βιβλίων. Ἐπεὶ δ' ἐπύθου μου καὶ περὶ τῆς πραγματείας, ἐν ᾗ τὰ παρὰ τοῖς Ἀττικοῖς συγγραφεῦσιν ὀνόματα κατὰ τὴν τῶν πρώτων ἐν αὐτοῖς γραμμάτων ἤθροισται τάξιν, ἅπερ ἀπεκρινάμην σοι, βέλτιον ἡγοῦμαι κἀνταῦθα γράψαι σοι· πρόδηλον γάρ, ὅτι καὶ ἄλλοι πολλοὶ ζητοῦσιν, ἥτις ποτ' ἐστὶν αὐτῆς ἡ ὑπόθεσις. οὐ γὰρ δὴ τοῦτ' ἀξιοῦμεν ἡμεῖς, ὅπερ ἔνιοι τῶν νῦν κελεύουσιν, ἅπαντας ἀττικίζειν τῇ φωνῇ, κἂν ἰατροὶ τυγχάνωσιν ὄντες ἢ φιλόσοφοι καὶ γεωμετρικοὶ καὶ μουσικοὶ καὶ νομικοὶ κἂν μηδὲν τούτων ἀλλ' ἁπλῶς ἤτοι πλουτοῦντές τινες ἢ μόνον εὔποροι· τοὐναντίον γὰρ ἀπαξιῶ μηδενὶ μέμ‖