Ancient Greek
Book 3
Galen, De placitis Hippocratis et Platonis 3.7
Not analysed yet
——τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
Ἐσθέμεναι προσφῦσα ——
Καὶ Τιτυὸν εἶδον γαίης ἐρικυδέος υἱὸν
Κείμενον ἐν δαπέδῳ, ὃ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα.
Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον
Δέρτρον ἔσω δύνοντες, ὃ δ’ οὐκ ἀπαμύνετο χερσί.
Λητὼ γὰρ εἵλκυσε Διὸς κυδρὴν παράκοιτιν
Πυθώδ’ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
Οὐ γὰρ πώποτέ μ’ ᾧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν.
Ἥρης δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.
Χόλον, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.