Ancient Greek
Book 3
Galen, De placitis Hippocratis et Platonis 3.8
Not analysed yet
Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν,
Πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
Ἀλλ’ ὅτε δή ῥ’ ἤμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
Τέξεσθαι, τότ’ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
Αἱμυλίοισι λόγοισιν ἑὴν ἐγκάτθετο νηδύν·
Ὡς δ’ οἱ συμφράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
Αὐτὸς δ’ ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ’ Ἀθήνην,
Δεινὴν, ἐγρεκύδοιμον, ἀγέστρατον, ἀτρυτώνην,
Πότνιαν, ᾗ κέλαδοί τ’ ἄδον, πόλεμοί τε μάχαι τε.
Ἐκ ταύτης ἔριδος ἡ μὲν τέκε φαίδιμον υἱὸν
Ἥφαιστον τέχνῃσιν ἄνευ Διὸς αἰγιόχοιο,
Ἐν πάντων παλάμῃσι κεκλημένον οὐρανιώνων.
Αὐτὰρ ὅ γ’ Ὠκεανοῦ καὶ Τηθύος ἠϋκόμοιο
Κούρῃ νόσφ’ Ἥρης παρελέξατο καλλιπαρῄου,
Ἐξαπατῶν Μῆτιν, καί περ πολύϊδριν ἐοῦσαν.
Συμμάρψας δ’ ὅγε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν,
Δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
Τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
Κᾄππιεν ἐξαπίνης. ἡ δ’ αὐτίκα Παλλάδ’ Ἀθήνην
Κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
Πὰρ κορυφὴν Τρίτωνος ἐπ’ ὄχθῃσι ποταμοῖο.
Μῆτις δ’ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
Ἧστο Ἀθηναίης μήτηρ τέκτῃνα δικαίων,
Πλεῖστα θεῶν εἰδυῖα καταθνητῶν τ’ ἀνθρώπων.
Ἔνθα θεὰ παρέλεκτο Θέμις παλάμαις, περὶ πάντων
Ἀθανάτων ἐκέκαστο Ὀλύμπια δώματ’ ἐχόντων.
Αἰγίδα ποιήσασα φοβέστρατον ἐντὸς Ἀθήνῃ,
Σὺν τῇ ἐγείνατό μιν πολεμήϊα τεύχε’ ἔχουσαν.