Ancient Greek
Fragment 2
Galen, De propriis placitis fragmenta inedita 2
Not analysed yet
Ἐδείχθη τῷ μὲν ἐμφύτῳ θερμῷ θερμοτέρους εἶναι τοὺς παῖδας τῶν ἀκμαζόντων, τῷ δ' ἐπικτήτῳ τοὺς ἀκμάζοντας τῶν παίδων, ὥσπερ γε καὶ τοὺς ὑγιαίνοντας τῶν πυρεττόντων πλέον ἔχειν τὸ ἔμφυτον θερμὸν καὶ τοσούτῳ χείρονα τὸν πυρετὸν ὑπάρχειν, ὅσῳπερ ἂν ἔλαττον ᾖ κατὰ τὸ τοῦ ζῴου σῶμα τὸ ἔμφυτον θερμόν. <ἔστι μὲν> γὰρ τὸ <ἐπίκτη>τον ἀηδές τε καὶ δακνῶδες, ἄδηκτον δὲ καὶ ἄλυπον τὸ ἔμφυτον θερμόν· καὶ κατά<δηλον> τὸ κατὰ τὴν τροπὴν τῆς ἐμφύτου θερμασίας γεννᾶσθαι τοὺς πυρετούς, ὧν ἔδειξα τρία γένη εἶναι τὰ πρῶτα, ὀνόματα δ' αὐτῶν ἓν μὲν τῶν ἐφημέρων, ἕτερον δὲ τῶν ἑκτικῶν καὶ τρίτον τῶν ἐπὶ σήψει χυμῶν.