Ancient Greek
Fragment 6
Galen, De propriis placitis fragmenta inedita 6
Not analysed yet
Πρῶτον μὲν γὰρ ἐδείξαμεν αἰσθητικὸν εἶναι τὸ μόριον, ὡς καὶ τοῖς παλαιοῖς ἔδοξεν εἶναι, ᾧ τὸ τῆς ψυχῆς ἡγεμονικόν ἐστιν· ἐπιρρεῖν γοῦν ἀπ' ἐκείνου διὰ τῶν νεύρων ἐπὶ πάντα τοῦ σώματος τὰ μόρια δύναμιν αἰσθήσεώς τε καὶ τῆς καθ' ὁρμὴν κινήσεως. ἐρρέθη δ', ὅτι καθ' ὁρμὴν καὶ προαίρεσιν λέγειν οὐ διοίσει. ταύτην δὲ τὴν δύναμιν εἴς γε ἕκαστον μόριον ἀφικνουμένην αἰσθητικὸν ἀποτελεῖν αὐτό. τὴν δὲ τῆς δυνάμεως ἀλλοίωσιν ἑτοιμότερον δέχεσθαι τὰ θερμότερα μόρια καὶ διὰ τοῦτ' αἰσθητικώτερα γίγνεσθαι τῶν φύσει ψυχροτέρων. ἡ δὲ διὰ τῶν νεύρων ἰοῦσα δύναμις οἱονεὶ δι' ὀχετῶν αἰσθανόμενα μὲν ποιεῖ καὶ τὰ νεῦρα, μᾶλλον δ' αἰσθανόμενα τῆς σαρκώδους οὐσίας οὐκ ἐργάζεται.