Ancient Greek
Fragment 9
Galen, De propriis placitis fragmenta inedita 9
Not analysed yet
Νέος μὲν γὰρ ὢν εἱπόμην ἀνδράσιν ἀξιολόγοις ἡγουμένοις τὴν καρδίαν ἁπάντων πρώτην διαπλάττεσθαι· προϊὼν δὲ κατὰ τὴν ἡλικίαν ὑπώπτευσα τὸν λόγον ὡς πιθανὸν μέν, οὐ μὴν ἀληθῆ. χωρὶς μὲν γὰρ αἵματος ἀδύνατόν ἐστι γενηθῆναι τὸ σπλάγχνον τοῦτο. γίγνεται δὲ αἷμα διὰ τῶν ἐν τῇ μήτρᾳ ἀγγείων . . . τὴν γένεσιν ἔχει ἀφικνούμενον εἰς ἧπαρ πρότερον ἐμφυομένης. οὐ μὴν οὐδὲ τοῦ ἥπατος εἰκὸς αὐτὴν διαπεπλάσθαι προτέραν φαινομένης γε σαφῶς τῆς ἐκ τῶν κατὰ τὸ χορίον ἁπασῶν φλεβῶν γενομένης φλεβὸς εἰς τὸ ἧπαρ ἀφικνουμένης πρότερον ἤπερ εἰς τὴν καρδίαν. ἔτι δὲ ἀτοπώτερος ὁ λόγος εἶναί μοι φαίνεται τῶν οἰομένων ὑπὸ τῆς καρδίας διαπλάττεσθαι τὰ κυούμενα μόρια. τὸ γὰρ αὐτήν τε τὴν καρδίαν διαπλάσαν ἔτι δὲ πρὸ αὐτῆς τάς τε ἀρτηρίας τε καὶ τὰς φλέβας εὔλογόν ἐστιν, ὥσπερ ταῦτά τε καὶ σὺν αὐτοῖς τὸ ἧπαρ, οὕτω καὶ τἄλλα διαπλάττειν, ἅπερ ἔνιοι μὲν ἡγοῦνται τὸ καταβαλλόμενον εἰς τὰς μήτρας εἶναι σπέρμα. τὸν ἐς δὲ τοῦτο μὲν ὄργανον. ἕτερον δ' ἔτι θειότερον ὑπάρχειν τὸ διαπλάττον τὰ κυούμενα νομίζουσιν.