Ancient Greek · ~3 min
Chapter 6
Galen, De pulsibus ad tirones 6
Not analysed yet
Ἔστι δὲ ὅτε καὶ διά τινος τάξεως ἀριθμοῦ πληγῶν ὡρισμένου τοῖς ἴσοις σφυγμοῖς εἷς ἄνισος παρεμπίπτει· καὶ τοῦτο γίνεται πολυειδῶς. καὶ γὰρ τρισὶν ἴσοις ὁ τέταρτος ἄνισος ἕπεται, καὶ τοῦτο ἐφεξῆς ἀεὶ, ἢ τέτρασιν ὁ πέμπτος. καὶ κατὰ πᾶν ἄλλο πλῆθος ὡσαύτως. καὶ γὰρ πέντε πολλάκις ἴσοις ὁ ἕκτος ἄνισος ἕπεται, καὶ πάλιν ἓξ ἴσοις ὁ ἕβδομος οὐκ ἴσος. ἡ μὲν οὖν ἰσότης ἐν τοῖς τοιούτοις οὐκέτι σώζεται· καὶ διὰ τοῦτο ἀνώμαλος ὁ σφυγμὸς γίνεται, τάξις μέντοι τις σώζεται, καὶ διὰ τοῦτο τεταγμένος ἐστί. δι’ ἴσου γὰρ ἀεὶ πλήθους τοῖς ἴσοις σφυγμοῖς εἷς ἄνισος παρεμπίπτων τὴν ἰσότητα διαφθείρει· ἥ γ’ οὖν κατὰ τὰς περιόδους ἀναλογία φυλάττει τινὰ τάξιν. ἂν δ’ ὅλως μηδεμία σώζηται περίοδος, ἄτακτος ὁ τοιοῦτος καλεῖται.