Ancient Greek
11.1.35 to 11.1.41
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 11.1.35-41
Not analysed yet
[λε΄. Περὶ χελιδόνων κεκαυμένων.] Οὐδ’ ἐφ’ ὧν εἶπον μόνων ζώων, ἀλλὰ καὶ τῶν χελιδόνων ἐχρήσαντο πολλοὶ καίοντες καὶ τῇ τέφρᾳ μέλι μιγνύντες, εἶτα διαχρίοντες τοὺς συναγχικούς. καὶ ὅλως ὅσα κατὰ φάρυγγα καὶ γαργαρεῶνα σὺν ὄγκοις γίγνεται πάθη. χρῶνται δ’ ἔνιοι καὶ πρὸς ὀξυδερκίαν τῇ τέφρᾳ ταύτῃ. σκελετεύοντες δὲ αὐτὰς ἄλλοι διδόασι πίνειν δραχμῆς πλῆθος. [λστ΄. Περὶ τεττίγων.] Καὶ τοῖς τέττιξι δὲ ξηροῖς χρῶνταί τινες ἐπὶ τῶν κωλικῶν διαθέσεων, μετὰ πεπέρεως ἴσων τὸν ἀριθμὸν κόκκων, καὶ διδόασιν ἢ τρεῖς ἢ πέντε ἢ ἑπτὰ, κατά τε τὰ διαλείμματα καὶ τοὺς παροξυσμούς. ὀπτῶντες δ’ αὐτοὺς ἄλλοι διδόασιν ἐσθίειν τοῖς πεπονθόσι κύστιν. Οὐδ’ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι. [λη΄. Περὶ ἀλεκτορίδων.] Ὅ γε μὴν τῶν ἀλεκτορίδων ἁπλοῦς ζωμὸς ἐπικεραστικῆς ἐστι δυνάμεως, ὥσπερ ὁ τῶν παλαιῶν ἀλεκτρυόνων ὑπακτικῆς. ἕψειν δὲ αὐτοὺς χρὴ μεθ’ ἁλῶν ἐπὶ πλεῖστον. ἀλλὰ τούτων μὲν αὐτοὶ πεῖραν ἔχομεν. [λθ΄. Περὶ γαλῆς.] Γαλῆν δὲ οὐδέποτε ἐκαύσαμεν, ἐφ’ ἧς γεγράφασι τὴν τέφραν καταχριομένην μετ’ ὄξους ὠφελεῖν ποδαγρικούς τε καὶ ἀρθριτικοὺς, ὡς ἱκανῶς διαφορεῖν πεφυκυῖαν, σκελετευθεῖσαν δὲ πινομένην ἐπιλήπτους, κατὰ τὴν αὐτὴν δηλονότι δύναμιν. ἔνιοι δὲ καὶ πάντως ἀλεξιφάρμακον εἶναι θηρίου, καὶ μάλιστα τὴν κοιλίαν αὐτῆς. [μ΄. Περὶ κεκαυμένων βατράχων.] Τῶν γε μὴν κεκαυμένων βατράχων τὴν τέφραν αἱμοῤῥαγίας ἴαμά φασιν ὑπάρχειν ἐπιπαττομένην, ἀλωπεκίας δὲ ἰᾶσθαι μετὰ πίττης ὑγρᾶς. [μα΄. Περὶ ἱπποκάμπου.] Καὶ τὸν ἱππόκαμπον δὲ τὸ θαλάττιον ζῶον ὅλον καυθὲν ἔγραψάν τινες ἀλωπεκίας ὠφελεῖν, καὶ αὐτὸ δηλονότι ξηραντικῆς τε καὶ λεπτομεροῦς δυνάμεως ὑπάρχειν ἢ τὴν τέφραν αὐτοῦ. μιγνύουσι δ’ αὐτὴν τινὲς μὲν ἀμαρακίνῳ μύρῳ, τινὲς δ’ ὑγρᾷ πίττῃ, τινὲς δὲ παλαιῷ στέατι ὑός.