Ancient Greek
Book 11, Chapter 1
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 11.1.42
Not analysed yet
[μβ΄. Περὶ ταριχηρῶν τελλινῶν.] Καὶ τὰς ταριχηρὰς δὲ τελλίνας καυθείσας καυστικὴν ἐργάζεσθαι τέφραν εἰς τοσοῦτόν φασιν, ὥστε μετὰ κεδρίας μιγνυμένην αὐτὴν, ὅταν ἐκ τῶν ῥιζῶν ἐξέλωμεν τὰς τρίχας τῶν βλεφάρων, ἐνσταζομένην τῷ χωρίῳ κωλύειν αὖθις αὐτὰς ἀναφύεσθαι. Περὶ γῆς ἐντέρων. Χωρὶς δὲ καύσεως ἢ ἑψήσεως ὅλων τῶν ζώων ἐπιτιθεμένων τοῖς πεπονθόσι μορίοις ἢ εἴσω τοῦ σώματος λαμβανομένων ἐπειράθησαν, ἢ ὡς πεπειραμένοι γεγράφασιν ἔνιοι τῶν ἰατρῶν γῆς μὲν ἔντερα λειωθέντα, νεύροις διῃρημένοις ἐπιτιθέμενα, παραχρῆμα θαυμαστῶς ὀνινάναι, τὰ δ’ αὐτὰ ταῦτα πάντα σὺν γλυκεῖ πινόμενα φάρμακον οὐρητικὸν εἶναι.