Ancient Greek
Book 9, Chapter 3
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 9.3.31
Not analysed yet
[λα΄. Περὶ τιτάνου.] Τίτανος, ἡ μὲν ἄσβεστος καίει σφοδρῶς, ὡς ἐσχάραν ποιεῖν, ἡ σβεσθεῖσα δὲ παραχρῆμα μὲν ἐσχαροῖ καὶ αὐτὴ, μεθ’ ἡμέραν δὲ μίαν ἢ δευτέραν ἧττον καίει καὶ ἧττον ἐσχαροῖ, μετὰ δὲ χρόνον οὐδ’ ὅλως ἐσχάρας ἐργάζεται. θερμαίνει δ’ ἔτι καὶ διατήκει τὰς σάρκας. εἰ δὲ πλυθείη, τὴν μὲν δῆξιν ἐναποτίθεται τῷ ὕδατι καὶ ποιεῖ τὴν καλουμένην κονίαν, αὐτὴ δ’ ἀδήκτως ξηραίνει. καὶ εἰ δίς γε ἢ τρὶς ἢ πλεονάκις πλυθείη, τελέως ἄδηκτος γίγνεται καὶ ξηραίνει γενναίως ἄνευ δήξεως.