Ancient Greek
9.3.32 to 9.3.33
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI 9.3.32-33
Not analysed yet
[λβ΄. Περὶ ὑδραργύρου.] Ὑδράργυρος οὐκ ἔστι τῶν αὐτοφυῶν φαρμάκων, ἀλλὰ τῶν σκευαζομένων, ὥσπερ ψιμμύθιόν τε καὶ ὁ ἰὸς καὶ ψωρικὸν καὶ λιθάργυρος. ἔχω δ’ αὐτῆς οὐδεμίαν πεῖραν οὔθ’ ὡς ἀναιρούσης, εἰ καταποθείη, οὔτ’ ἔξωθεν ἐπιτιθεμένης. [λγ΄. Περὶ φύκους.] Φῦκος ὁποίας ἐστὶ δυνάμεως ἐν τῷ περὶ ψιμμυθίου λόγῳ ῥηθήσεται.