Ancient Greek
Section 23
Galen, De victu attenuante 23
Not analysed yet
Ἐπεὶ δ’ ἐξ ἀρχῆς ὁ λόγος ἐγένετό μοι περὶ IV τῶν λαχανωδῶν ἐδεσμάτων ὡς τά πλεῖστα τοῦ γένους τούτου λεπτύνει, ἐφεξῆς ἂν εἴη ῥητέον καὶ περὶ τῶν ἀσπαράγων καλουμένων, ἑλείου τε καὶ μυακανθίνου καὶ τοῦ τῆς χαμαιδάφνης ἔτι τε καὶ βρυωνίας καὶ ἄγνου καὶ ἀκτῆς καὶ τῶν ὁμοίων· ἐν τούτῳ δὲ τῷ γένει καὶ οἶ τῶν ἀμπέλων ἕλικές εἰσι καὶ οἶ τῶν βάτων καὶ εἴ τινος ἄλλου δένδρου βλαστὸς ἢ ἄνθος ἐδώδιμον ὑπάρχει.