Ancient Greek
Section 25
Galen, De victu attenuante 25
Not analysed yet
ἀλλὰ τοὺς μὲν καθαίροντας οὐχ οἷόν τ’ ἐστὶ γνωρίσαι πρὶν πειραθῆναι, τῶν δ’ ἄλλων τῆς δυνάμεως ἔνεστι στοχάσασθαι τῇ γεύσει τεκμαιρόμενον. οἶ μὲν γὰρ στύφοντες ἄπαντες ἐύστόμαχοί τ’ εἰσὶ τοὐπίπαν καὶ μέσοι πως μάλιστα δύναμιν, ἐξ οὗ γένους ἐστὶ καὶ ὁ τῆς φοίνικος ἐγκέφαλος· οὕτω γὰρ ὀνομάζουσι τὸ ἁπαλὸν ἐκβλάστημα <*****>τοῦ φυτοῦ, καθάπ· ερ ἐλάτας τὰς ἐκ τῶν πλαγίων· οἶ δὲ καὶ πικρότητος ἐμφαίνοντές τι τοσούτῳ ξηρότεροι καὶ τμητικώτεροι τούτων εἰσὶν ὅσῳ καὶ πικρότεροι· εἰ δὲ καὶ δάκνοιεν ἢ θερμαίνοιεν ἐπιἕλιος φανῶς τὴν γλῶτταν, ἐν τῇ λεπτυνούσῃ σαφῶς ἰδέᾳ τίθεσθαι τούσδε.